λέων νοσήσας ἔκειτο ἐν φάραγγι · τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν · “εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα, ἄγε εἰς (τὰς) ἐμὰς χεῖρας · ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας”. ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις · προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη · “ἀγαθά σοι ἦλθον μηνῦσαι · οἶδας, ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων μοί ἐστι · νοσεῖ δὲ καὶ ἐγγύς ἐστι τοῦ θνήσκειν. ἐβουλεύετο οὖν, ποῖον τῶν θηρίων μετ’αὐτὸν βασιλεύσει. ἔφη δὲ, ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρὰ, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών · ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, καὶ τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. τί μοι ἔσται, πρώτῃ σοι εἰπούσῃ; ἀλλ’εὖξαί μοι σπευδούσῃ, μὴ πάλαι με ζητήσῃ · χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃ, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ”. οὕτως εἶπεν ἡ ἀλώπηξ · τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γιγνώσκουσα τὸ μέλλον. ὁ λέων δ’ἐφορμήσας αὐτῇ ἐν σπουδῇ, τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν · ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξε · λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη · καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι, καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. δὲ εἶπε · “χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ’ὅμως ὑπουργήσω σοι”. καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας · ποιμένας δ’ἐπηρώτα, εἰ εἶδεν ἔλαφον ᾑμαγμένην. οἱ δ’ἔδειξαν ἐν τῇ ὕλῃ. εὗρε δὲ αὐτὴν ἀναψυχομένην, καὶ ἔστη ἀναιδῶς. ἡ δ’ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν · “ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με · εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε”. ἡ δὲ εἶπεν · “οὕτως ἄνανδρος εἶ καὶ δειλή; οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων, τοῦ ὠτὸς κρατήσας, ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας, ὡς ἀποθνήσκων · σὺ δὲ οὐ δὲ κνίσμα χειρὸς ἄρρωστον ὑπέστης. καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι · οἴμοι πονηρὸν δεσπότην. ἀλλ’ἐλθὲ καὶ μηδὲν πτοηθῇς, καὶ γενοῦ ὡς πρόβατον. ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς, μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος · ἐγὼ δὲ μόνῃ σοι δουλεύσω”. οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα καταπίνων · ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα · καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. ὁ δὲ λέων, ἅπαντα ἐρευνήσας, μόνην καρδίαν ἐπεζήτει · ἀλώπηξ δὲ μηκόθεν στᾶσα ἔφη · “αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχε · μὴ ἔτι ζήτει · ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν”; ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπων νοῦν ἐπιθολοῖ, καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ.