ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἦγεν εἰς ἄστυ. τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν, ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτότε καὶ οὐκέτι περαιτέρω προιέναι ἐβούλετο. καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς, τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη · “ὡ κακὴ κεφαλὴ, ἔτι καὶ τοῦτο λοιπὸν ἦν, ὄνον ὑπ’ἀνθρώπων προσκυνεῖσθαι”. ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσι.