Aesop and Aesopica

Fables, Fabula 50

ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει · ῥέων δ’ μῦθος ἦλθε μέχρις ἡρώων, μακρὴ μὲν ἄλλως ῥῆσις οὐ δ’ἀναγκαίη. τέλος δ’ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει · δ’ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δ’ἐνίκα · στωμύλος γὰρ ἦν ῥήτωρ · δ’ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ · πέπαυσο · νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δ’Ἀθηναίοις · ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξουσίων. εἰς ματαιολογίας καὶ ἔριδας.