Aesop and Aesopica

Fables, Fabula 416

χελιδὼν ἔφη πρὸς τὴν κορώνην · ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ · προσέθηκε δὲ καὶ τοῦ Τηρέως τὴν βίαν, καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. καὶ κορώνη ἔφη · τί ἂν ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου τμηθείσης τοσαῦτα λαλεῖς; ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες ψευδολογοῦντες ἑαυτοῖς ἔλεγχος καθίστανται.