ὄφις, ἐν γεωργοῦ προθύροις φωλεύων, ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. καὶ ὁ πατὴρ, ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. ὡς δὲ ἔκυψε μικρὸν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτὸν. ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς, νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαβών ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. ὁ δὲ ὄφις, λεπτὸν συρίξας, εἶπεν · “οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σύ δὲ τὸν τύμβον τοῦ τέκνου”. ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς μίσους ἢ ἀμύνῃς ἐπιλανθάνεται, ἐφ’ὅσον βλέπει μνημόσυνον, δι’οὗ ἐλυπήθη.