Aesop and Aesopica

Fables, Fabula 276

λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐξελεῖν · κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε, καὶ τὸν ὁμολογηθέντα μισθὸν ἐξῄτει. ὁ δὲ λύκος γελάσας καὶ τοὺς ὀδόντας θήξας φησίν · “ἀρκεῖ σοι καὶ τὸ μόνον σῴαν ἐξελεῖν τὴν κεφαλήν”. ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσία τὸ μὴ προσαδικεῖσθαι ὑπ’αὐτῶν.