Aesop and Aesopica

Fables, Fabula 31b

ἀλώπηξ λιμώττουσα ἐν πήρᾳ ἐθεάσατο ἐπί τινα καλύβην βοσκοῦ κρέα καὶ ἄρτον ὑπ’αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα ἔφαγεν αὐτὰ ἡδέως. ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς, καὶ διὰ τοῦτο μὴ δυναμένης ἐξελθεῖν τῆς καλύβης, ἔστενε καὶ ἐπωδύρετο. ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν, καὶ προσελθοῦσα ἐπυνθάνετο, δι’ἣν αἰτίαν τοῦτο ποιεῖς; μαθοῦσα δὲ τὸ γεγονὸς ἀλώπηξ ἔφη · ἀλλὰ μένε τέως ἐνταῦθα σὺ, ἕως ἂν τοιαύτη γένῃ, ὁποία οὖσα εἰσῆλθες. μῦθος δηλοῖ, ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων χρόνος διαλύει.