Aesop and Aesopica

Fables, Fabula 203

ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλατε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἀν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’αὐτοῦ δυνατὸς ἂν εἴη πηδῆσαι. πρὸς ταῦτα δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη · οὗτος, εἰ ἀληθὲς τοῦτ’ἔστιν, οὐδὲν δεῖ σοι μαρτύρων · ἰδοὺ Ῥόδος, ἰδοῦ καὶ τὸ πήδημα. μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος τοῦ πράγματος ἀπόδειξις , πᾶς λόγος περιττός ἐστιν.