Aesop and Aesopica

Fables, Fabula 144

δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον · βουλόμενοι δ’ἀλλήλων πολὺ διεζεῦχθαι, ὥρμησαν μὲν ἐπὶ τὴν πρώραν, δὲ ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. χειμῶνος δὲ σφοδροῦ καταλαβόντος, καὶ τῆς νεὼς περιτρεπομένης, ἐν τῇ πρύμνῃ ἐπυνθάνετό τινος, περὶ ποῖον μέρος καταδύεται τὸ σκάφος πρῶτον κινδυνεῦον · τοῦ δὲ εἰπόντος κατὰ τὴν πρώραν, ἔφη · ἀλλ’ἔμοιγε οὐκέτι λυπηρὸς θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς ἐχθροὺς δυσμένειαν αἱροῦνται καὶ αὐτοὶ τὸ δεινὸν πάσχειν, χάριν τοῦ κἀκείνους ὁρᾶν δυστυχήσαντας.