Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν, καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν), δύο σκύλακας ἀνέθρεψε τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους · καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας, οἴκοι ἐάσας · τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν, ἔθηκε λεκάνας καὶ λιχνείας τινὰς, ἀφῆκε δὲ καὶ λαγών · ἐπὶ τὰ συνήθη δ’ἑκατέρου ὁρμήσαντος, καὶ τα- θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν · “ὁρᾶτε, ὦ πολῖται, ὅτι τα- ταὐτοῦ γένους ὑπάρχοντες, ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει”. τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ’ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δὲ κυνηγετῶν · κα- κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον ἤσκησεν · εἶθ’ἑκατέρου ἐφ’ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας, ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν · “οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ’Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν, δι’ἅ ἐκεῖνος ἀπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι’ὅλου τοῦ βίου”.