ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύρρωθεν ἐθεώρει τὴν ἄγραν. πελαργοῦ δὲ σύν τοῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετ’ἐκείνων καὶ αὐτὸν συνέλαβε. τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον αὐτὸς ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος · τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας ἔφη · “ἀλλ’εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας”. ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας κοινωνεῖν δόξωμεν.