Aesop and Aesopica

Fables, Fabula 151

Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον · τοῦ δὲ Ἀπόλλωνος ἐκτείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν. οὕτως οἱ τοῖσι κρείττοσιν ἀνθαμιλλώμενοι γέλωτος ἄξιοί εἰσιν.