τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας, ταὼς ήξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος · ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν · “ἀλλ’ἐὰν σοῦ βασιλεύοντος ὁ ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις”; ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.