βοῦν τινες ἐπ’ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς εκαλεσαν · ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρὰ, μεθ’ἧς καὶ ὁ παῖς. τὸ δὲ παιδίον, τῶν κρεῶν πλήσας τὴν γαστέρα καὶ ὀδυνώμενος, ἔλεγεν · “ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα”. δὲ εἶπεν · “οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες”. ὁ λόγος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται, ὡς οἴκοθεν προῖέμενος.