Aesop and Aesopica

Fables, Fabula 168

ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτῷ μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ, πάντα τὰ αὐτοῦ ἑτοιμάσαι · τὴν αὔριον γὰρ οὐχ ὑπερβήσῃ. ταῦτα εἰπὼν ὑπεχώρησε. μετὰ χρόνον δέ τινα ἀναστὰς νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαδίζων. δὲ ἰατρὸς ἐκεῖνος συναντήσας αὐτῷ χαῖρε, ἔφη · πῶς ἔχουσιν οἱ κάτω; κἀκεῖνος εἶπεν · ἠρεμοῦσι, πιόντες τὸ τῆς λήθης ὕδωρ. πρὸ ὀλίγου δὲ Θάνατος καὶ Ἅιδης δεινὸν ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνήσκειν, καὶ κατεγράφοντο πάντας. ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διαβληθῆναι. ὅτι τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγγους ἰατροὺς παρὼν μῦθος ἐλέγχει καὶ στηλιτεύει.