πέρδικά τις θηρεύσας ἢμελλε σφάξαι · ἡ δὲ ἱκέτευε λέγουσα · “ἔασόν με ζῆν · ἀντ’ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω”. ὁ δὲ εἶπεν · “δι’αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις”. ὁ μῦθος δηλοῖ, ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.