λέγεται, ὡς οἱ τέττιγές ποτ’ἡσαν ἄνθρωποι τῶν πρὶν Μούσας γεγονέναι. γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς, οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφ’ἡδονῆς, ὥστε δοντες ἠμέλησαν σίτωντε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς. ἐξ ὧν τὸ τεττίγων γένος μετ’ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβὸν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλ’ἄσιτόντε καὶ ἄποτον εὐθύς ᾄδειν, ἕως ἄν τελευτήσῃ.