Aesop and Aesopica

Fables, Fabula 52

ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς κατ’οἶκον λίαν τὸ ἦθος ἀργαλέαν ἠβουλήθη γνῶναι, εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται · ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο, πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο; τῆς δὲ εἰπούσης · οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο, ἔφη πρὸς αὐτήν · ἀλλ’ γύναι, εἰ τούτοις ἀπήχθου, οἵ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων, οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριβες; οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.