Aesop and Aesopica

Fables, Fabula 298

χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. δὲ βάτραχος, κακῶς βουλευσάμενος, τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες · ἔπειτα τὸ χεῖλος τῆς λίμινης πλησιάσαντες, μὲν βάτραχος τὸν μῦν εἰς τὸν βυθὸν κατήνεγκεν, αὐτὸς βρυάζων τῷ ὕδατι, καὶ τὸ βρεκεκεκὲξ, κοὰξ, κοὰξ ἀνακράζων. δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει · ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἥρπασε · βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς ἰκτίνῳ γενησόμενος. ὅτι, κἂν νεκρὸς τις, ἰσχύει πρὸς ἄμυναν · γὰρ θεία δίκη ἐφορᾷ πάντα, καὶ τὸ ἶσον ἀποδιδοῦσα ζυγοστατεῖ.