Aesop and Aesopica

Fables, Fabula 161

ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων τούτῳ πολυτελῶς ἔθυεν · ἀεὶ δ’αὐτοῦ ἐξαναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη · ἀλλ’ οὗτος, πέπαυσο διατρίβων τὴν οὐσίαν · ἐὰν γὰρ πάντα ἀναλώσῃς καὶ πένης γένῃ, ἐμὲ αἰτιάσῃ. οὕτως πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.