Aesop and Aesopica

Fables, Fabula 412

φιλάργυρός τις, ἅπασαν αὑτοῦ τὴν οὐσίαν ἐξαργυρισάμενος καὶ χρυσοῦν βῶλον ποιήσας, ἔν τινι τόπῳ κατώρυξε, συγκατορύξας ἐκεῖ καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸν νοῦν · καὶ καθ’ἡμέραν ἐρχόμενος αὐτὸν ἔβλεπε. τῶν δὲ ἐργατῶν τις αὐτὸν παρατηρήσας καὶ τὸ γεγονὸς συννοήσας, ἀνορύξας τὸν βῶλον ἀνείλετο. μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθών καὶ κενὸν τὸν τόπον ἰδὼν, θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας. τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδών καὶ τὴν αἰτίαν πυθόμενος, μή οὕτως εἶπεν οὗτος, ἀθύμει · οὐ δὲ γὰρ, ἔχων τὸν χρυσὸν, εἶχες. λίθον οὖν ἀντὶ χρυσοῦ λαβών θὲς, καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι. τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν · ὡς ὁρῶ γὰρ, οὐ δ’, ὅτε χρυσὸς ἠν, ἐν χρήσει ἦσθα τοῦ κτήματος. μῦθος δηλοῖ, ὅτι οὐδὲν κτῆσις, ἐὰν μὴ χρῆσις προσῇ.