βοηλάτης ἐκ κώμης ἅμαξαν ἄγων, καὶ ταύτης ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ἀργὸς ἵστατο τῷ Ἡρακλεῖ προσευχόμενος · ἐκεῖνον γὰρ ἐκ πάντων ἀσπαζόμενος ἐτίμα. ὁ δὲ θεὸς ἐπιστὰς εἶπε · “τῶν τροχῶν ἅπτου, καὶ τοὺς βόας νύττε, καὶ τότε τῷ θεῷ εὔχου, ὅταν κα- καὐτός τι ποιῇς · μὴ μέντοιγε μάτην εὔχου”.