Aesop and Aesopica

Fables, Fabula 43b

ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. παρερχόμενοι δὲ διὰ τινῶν μνημείων, ἔφη πίθηξ τῇ ἀλώπεκι, ὡς πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν. δὲ ἀλώπηξ λέγει τῷ πίθηκι · εὐκαίρως ἐψεύσω · οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται. οὗτος μῦθος παριστᾷ τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχοντα, καὶ τοὺς προδήλως τὸ ψεῦδος ἀντὶ ἀληθείας προσφέροντας.