Aesop and Aesopica

Fables, Fabula 28

ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτὴν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαβεῖν εἰς μείζονα ὠφέλειαν, ἁλιεὺς εἶπεν · ἀλλ’ἔγωγε εὐηθέστατος ἄν εἴην, εἰ τὸ παρὸν κέρδος ἀφεὶς ἄδηλον ἐλπίδα διώκοιμι. λόγος δηλοῖ, ὅτι αἱρετώτερόν ἐστι κέρδος τὸ παρὸν, κἄν μικρὸν , τοῦ προσδοκωμένου κἂν μέγα ὑπάρχῃ ·