Aesop and Aesopica

Fables, Fabula 163

ἀνήρ τις θηρευτὴς, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας εἴχετο, καί τινι προσυπαντηθεὶς ἐφίππῳ ἀνδρὶ, ἐζητεῖτο παρ’αὐτοῦ τὸν λαγωὸν, προσχήματι ἀπεμπολήσεως. λαβὼν τοίνυν ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ᾤχετο · δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων, φθάσαι αὐτὸν δῆθεν ἐδόκει. τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν · ἄπιθι λοιπόν · ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι. μῦθος δηλοῖ, ὡς πολλοὶ ἀκουσίως τὰ ἰδια ἀφαιρούμενοι, προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δεδωκέναι.