νέος ἄσωτος, καταφαγὼν τὰ πατρῷα, ἱματίου δὲ μόνου αὐτῷ περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ὀφθεῖσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος ἱματίου, καὶ τοῦτο ἐπώλησεν. ὕστερον δὲ, χειμῶνος ἐπιλαβομένου καὶ σφοδροῦ γενομένου τοῦ ἀέρος, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν κειμένην, ἔφη πρὸς αὐτήν · “ὦ αὕτη, σὺ κα- κἀμὲ ἀπώλεσας”. ὁ μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστιν.