Aesop and Aesopica

Fables, Fabula 242

λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐ δὲ ὠμὸς οὐ δὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἂνθρωπος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζώων, δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. πτὼξ δὲ ἔφη · ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν.