Aesop and Aesopica

Fables, Fabula 120

δράκων καὶ ἀετὸς συμπλακέντες ἀλλήλοις ἐμάχοντο · καὶ μὲν δράκων εἶχε τὸν ἀετὸν συλλαβών. γεωργὸς δὲ ἰδὼν, λύσας τὴν πλοκὴν τοῦ δράκοντος, αὐτόνομον ἀφῆκε τὸν ἀετόν. χαλεπήνας δὲ ἐπὶ τούτοις δράκων, ἰὸν ἀφῆκε τῷ τοῦ σώσαντος πόματι. πιεῖν δὲ τοῦ γεωργοῦ πρὸς ἄγνοιαν μέλλοντος, ἀετὸς καταπτὰς τῶν τοῦ γεωργοῦ χειρῶν ἐξαιρεῖται τὴν κύλικα. τοὺς εὖ ποιοῦντας μένουσι χάριτες.