Aesop and Aesopica

Fables, Fabula 236

λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας · αἱ δ’ἔφασαν · ἐβοηθήσαμεν ἄν ὑμῖν, εἰ μὴ ιᾔδειμεν, τίνες ἐστὲ, καὶ τίσι πολεμεῖτε. λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι σὺν τῷ διαμαρτεῖν καὶ καταπαίζονται.