Aesop and Aesopica

Fables, Fabula 130

ἔλαφον μήτηρ ἐνουθέτει, ταῦτα λέγουσα · κέρας, παῖ, παρὰ τῆς φύσεως εἴληφας, μεγέθει δὲ διενήνοχας σώματος, καὶ οὐκ οἶδ’, τι παθών ἀποδιδράσκεις ἐπιόντας τοὺς κύνας. ταῦτα ἦν, καὶ κυνῶν δρόμος ἠκούετο πόρρωθεν. δὲ μένειν τῷ παιδὶ παραινέσασα αὐτὴ τῆς φυγῆς προκατήρξατο. παραινεῖν ἕτοιμον, ποιεῖν ἀπορώτερον.