Aesop and Aesopica

Fables, Fabula 349

υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυ-νηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθ’ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. φοβηθεὶς δὲ, μή πως ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε · κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῶα, ἐν οἷς ἦν καὶ λέων. δὲ ταῦτα ὁρῶν πλείονα λύπην εἶχε. καὶ δή ποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν · κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ · τί σοι ποιήσω; καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα, ἐκτυφλῶσαι τὸν λέοντα. σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς, ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο · πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ, θᾶττον τοῦ βίου μετέστησεν. δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι. μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.