οἱ λύκοι τοῖς κυσὶν εἶπον · “διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν · ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες, πληγὰς παρ’αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε καὶ τὰ πρόβατα · ὅτε δὲ ἐσθίουσι, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσι. ἀλλ’ἐὰν πείσησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν, πάντα κοινὰ εἰς κόρον ἐσθίοντες”. ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες · οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες, πρότερον τοὺς κύνας διέφθειραν. ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.