Aesop and Aesopica

Fables, Fabula 40

ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγὺς, δεινῶς αὐτὸν ὕβριζεν. δὲ λέων ἔφη πρὸς αὐτήν · οὐ σύ με καθυβρίζεις, ἀλλ’ προσπεσοῦσά μοι ἀτυχία. μῦθος οὗτος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων, δυσπραγίαις περιπίπτοντες, ὑπ’εὐτελῶν ἐξουθενοῦνται.