λέοντός τινος ἴχνη ἐζήτει κυνηγός · δρυοτόμον δὲ ἐρωτήσας, εἰ εἶδεν ἴχνη λέοντος, καὶ ποῦ κοιτάζει, ἔφη · “καὶ αὐτὸν τὸν λέοντα ἤδη σοι δείξω”. ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου, καὶ τούς ὀδόντας συγκρούων εἶπεν · “ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα”. ὅτι τούς θρασεῖς καὶ δειλούς ὁ λόγος ἐλέγχει, τούς τολμηροὺς ἐν τοῖς λόγοις μόνοις καὶ οὐκ ἐν τοῖς ἔργοις.