Aesop and Aesopica

Fables, Fabula 113

δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον, ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. ἰδὼν δὲ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν · δάμαλις, διὰ τοῦτο ἤργεις, διότι ἔμελλες ἀρτίως τυθῆναι. μῦθος δηλοῖ, ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.