Aesop and Aesopica

Fables, Fabula 250

λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν · δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. καὶ γεωργὸς φοβηθεὶς περὶ αὐτοῦ τὴν θύραν ἤνοιξεν. ἀπαλλαγέντος δὲ τοῦ λέοντος, γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν · ἀλλά γε σὺ δίκαια πέπονθας · τί γὰρ τοῦτον συγκλεῖσαι ἠβούλου, ὃν καὶ ἀπὸ μακρόθεν σε ἔδει τρέμειν; οὕτως οἱ πονηροὶ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὐτῶν πλημμελείας ὑπομένουσι.