Aesop and Aesopica

Fables, Fabula 270

λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει αὐτῇ κατωτέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων, ὡς καὶ λειμῶνές (εἰσι) παρ’αὐτῷ, καὶ πόα φαιδροτέρα. δὲ πρὸς αὐτὸν ἔφη · ἀλλ’οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς. οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.