Aesop and Aesopica

Fables, Fabula 335

ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν εἰς κρημνὸν ἐφέρετο · μέλλοντος δ’αὐτοῦ κατακρημνίζεσθαι, ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο περιάγειν αὐτόν · τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη · νίκα · κακὴν γὰρ νίκην νικᾷς. πρὸς ἄνδρα φιλόνεικον λόγος εὔκαιρος.