Aesop and Aesopica

Fables, Fabula 4b

τοξότης ἀετοῦ κατεστοχάζετο, καὶ βέλος ἀφεὶς εἷλε τὸν ἀετόν. ἐπιστραφεὶς δὲ ὁ ἀετὸς, καὶ τὸ βέλος ἰδὼν ἐπτερωμένον τοῖς οἰκείοις πτεροῖς, ἔφη · “τὰ παρ’αὐτῶν τοῖς πολλοῖς πραγμάτων οἰκείων ἐπιβουλή”.