αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι. ὁ δὲ λύκος, τὴν γραῦν ἀληθεύειν νομίσας, ἐκαρτέρησε μέχρις ἑσπέρας πεινῶν, μηδὲν λαβών. εἰς δὲ τὴν σύνοικον ἐλθὼν ἠρωτᾶτο, πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί. ὁ δ’εἶπε · “πῶς γάρ τις πιστεύσας γυναικί”;