ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν τοῖς καρποῖς καὶ τὸ βλάστημα. τράγος δέ τις ὕβρει χρώμενος πλείονι, τῆς ἀμπέλου παρέτρωγε, καὶ διελυμαίνετο προσιὼν τοῖς βλαστήμασιν. δὲ πρὸς αὐτὸν ἔφη · “μώνει σε τῆς ὕβρεως δίκη · σύ μὲν γὰρ ἔσῃ μικρὸν ὕστερον ίερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρ’ἐμαυτῆς ἐπισπείσω τὸν οἶνον”. ἃ δρᾷ τις, καὶ πείσεται.