Aesop and Aesopica

Fables, Fabula 175b

γέλων Σκελιώτης τυραννίδι ἐπιθέσθαι διανοούμενυς Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ τῶν δυνατῶν ὑπερεμάχει · καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. Στησίχορος δ’ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπιχειρεῖν αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς τὸ πλῆθος, εἰκόνα τοῦ μέλλοντος πάθους. ἵππος φησὶ νεμόμενος ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον διαθέουσα τήντε πόαν κατέστειβε καὶ τὸ νᾶμα ἐτάραττε. καὶ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆσαι, τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν ἐκάλει · δὲ, εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, ῥᾷστα ἀμύνειν αὐτῷ ὑπισχνεῖτο. καὶ ἐγίνετο οὕτως. καὶ μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, δ’ἵππος ᾔσθετο δεδουλωμένος τῷ κυνηγέτῃ. τοῦτ’ ἔφη δέδοικα καὶ αὐτὸς, Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες τῶν ἐχθρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δ’ὕστερον Γέλωνι δουλεύσητε · φιλεῖν γὰρ ἅπασαν δύναμιν τῷ λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν, ὥσπερ δοῦναι αὐτὴν, μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχῃ.