Aesop and Aesopica

Fables, Fabula 261

λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλὸν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέτε τῶν ἄλλων θηρίων δυνατώτερον · δὲ τοιοῦτος ἔφασκε τὸν ἀλεκτρυόνα φοβοῦμαι. καὶ Προμηθεὺς ἔφη · τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἐδυνάμην · δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. ἔκλαιεν οὖν ἑαυτὸν λέων, καὶ τῆς δειλίας κατεμέμφετο, καὶ τέλος ἀποθανεῖν ἤθελεν. οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα, τί πάσχεις ἔφη καὶ τί δήποτε οὐ δὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς; καὶ ἐλέφας, κατὰ τύχην περιπτάντος αὐτῷ κώνωπος, ὁρᾷς ἔφη τοῦτο τὸ βραχὺ, τὸ βομβοῦν; ἤν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. καὶ λέων · τί οὖν ἔτι ἀποθνήσκειν ἔφη με δεῖ, τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών; ὁρᾷς, ὅσον ἰσχύος κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.