Aesop and Aesopica

Fables, Fabula 148

Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει · ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη · ἀλλ’ἔγωγε ἐπὶ τοιαύταις ὁμολογίαις εἴσειμι, ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. ἀπὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.