κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. παρ’ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι προέχουσι τῇ ἰσχύϊ τοσοῦτον, ὥστε καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο · “ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐ δ’ὑμεῖς βαστάζειν δυνήσεσθε”. οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων ἀδύνατοί εἰσιν οἱ στρατιῶται, ἄν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσι.