κάμηλος, θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ ἠβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. διὸ καὶ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδέετο, ὅπως αὐτῇκέρατα προσνείμῃ · καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’αὐτῆς, εἴγε μὴ ἀρκοῖτο τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμοῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμίζοντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.