μεθύων λύχνος ἐν ἐλαίῳ καὶ φέγγων, ἐκαυχᾶτο, ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ · “φαῖνε λύχνε καὶ σίγα · τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει”. ὅτι οὐ δεῖ τινα ἐν τοῖς λαμπροῖς καὶ τῇ δόξῃ τοῦ βίου τυφοῦσθαι · ὅσα γὰρ ἂν κτήσηται, ξένα τυγχάνει.