γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθ’ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. ἀροτριῶν δέ τις οὐ πόρρω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικὸς, καὶ καταλιπών τοὺς βόας ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῇ γυναικί. τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται; “ὅτι κα- κἀγὼ” φησὶν “εὐπρεπῆ γυναῖκα κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι”. ἡ δὲ “κα- κἀμοὶ τοῦτ’αὐτὸ προσγίνεται”. κα- κἀκεῖνος · “εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνέσμεν; ἐγώτε γὰρ φιλήσω σε ὡς ἐκείνην, κα- κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα”. ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. ἐν τούτῳ δὲ κλέπτης ἐλθών καὶ τοὺς βόας λύσας ἀπήλασεν. ὁ δὲ ἐπανελθών καὶ τοὺς βόας μὴ εὑρηκώς, κόπτεσθαίτε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί “πάλιν κλαίεις”; κα- κἀκεῖνος “νῦν” · εἶπεν “ἐπ’ἀληθείας κλαίω”.