Aesop and Aesopica

Fables, Fabula 418

ξένη χελιδών, ἡ τοῖς ἀνθρώποις συνοικοῦσα, ἐν δικαστηρίῳ τὴν ἑαυτῆς ἔπηξε καλιὰν ἐν τοίχῳ, κἀκεῖ γίνεται ἑπτὰ νεοττῶν μήτηρ. ὄφις δὲ ἐκ τρώγλης συρεὶς τοὺς αὐτῆς κατέφαγε νεοττούς. ἡ δὲ χελιδών θρηνοῦσα ἐκεκράγει · “οἴμοι τῇ ξένῃ, ὅτι ἔνθα πάντες δικαιοῦνται, μόνη ἔγωγε ήδίκημαι”.