Aesop and Aesopica

Fables, Fabula 70

ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ πότον ἀπήγαγε · λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρὸν, ἐπεὶ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν · εἴθε γὰρ, κακὴ κεφαλὴ, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης. οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων κἂν χρηστότητα ἐπαγγέλλωνται, ψεύδονται.